Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.85 Joseph. AJ 11.90 (English) >>Joseph. AJ 11.95

11.88

Ταῦτʼ ἀκούσαντες οἱ Χουθαῖοι, τὴν γὰρ προσηγορίαν οἱ Σαμαρεῖται ταύτην ἔχουσιν, ἠγανάκτησαν καὶ πείθουσιν τὰ ἐν Συρίᾳ ἔθνη τῶν σατραπῶν δεηθῆναι τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ Κύρου πρότερον εἶτʼ ἐπὶ Καμβύσου μετʼ αὐτόν, ἐπισχεῖν τὴν τοῦ ναοῦ κατασκευὴν καὶ σπουδάζουσιν περὶ αὐτὸν τοῖς Ἰουδαίοις ἀναβολὴν καὶ τριβὴν πραγματεύσασθαι. 11.89κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀναβάντων εἰς Ἱεροσόλυμα Σισίνου τοῦ τῆς Συρίας καὶ Φοινίκης ἐπάρχου καὶ Σαρωβαζάνου μετὰ καί τινων ἑτέρων καὶ τοὺς ἡγεμόνας τῶν Ἰουδαίων ἐρομένων, τίνος αὐτοῖς συγχωρήσαντος οὕτως οἰκοδομοῦσιν τὸν ναόν, ὡς φρούριον μᾶλλον αὐτὸν εἶναι ἱερόν, καὶ τί δήποτε τὰς στοὰς καὶ τὰ τείχη περιβεβλήκασιν τῇ πόλει σφόδρα ὀχυρά, 11.90Ζοροβάβηλος καὶ ἀρχιερεὺς Ἰησοῦς δούλους μὲν αὐτοὺς ἔφασαν εἶναι τοῦ μεγίστου θεοῦ, τὸν δὲ ναὸν τοῦτον αὐτῷ κατασκευασθέντα ὑπὸ βασιλέως αὐτῶν εὐδαίμονος καὶ πάντας ὑπερβάλλοντος ἀρετῇ πολὺν διαμεῖναι χρόνον. 11.91ἐπεὶ δὲ τῶν πατέρων ἀσεβησάντων εἰς τὸν θεὸν Ναβουχοδονόσορος Βαβυλωνίων καὶ Χαλδαίων βασιλεὺς ἑλὼν τὴν πόλιν κατὰ κράτος αὐτήν τε καθεῖλεν καὶ τὸν ναὸν συλήσας ἐνέπρησεν καὶ τὸν λαὸν μετῴκισεν αἰχμάλωτον μεταγαγὼν εἰς Βαβυλῶνα, 11.92Κῦρος μετʼ αὐτὸν τῆς Βαβυλωνίας καὶ Περσίδος βασιλεὺς ἔγραψεν οἰκοδομῆσαι τὸν ναόν, καὶ πάνθʼ ὅσα μετήγαγεν ἐξ αὐτοῦ Ναβουχοδονόσορος ἀναθήματα καὶ σκεύη Ζοροβαβήλῳ παραδοὺς καὶ Μιθριδάτῃ τῷ γαζοφύλακι προσέταξεν κομίσαι εἰς Ἱεροσόλυμα καὶ πάλιν εἰς τὸν ἴδιον ἀποκατασταθῆναι ναὸν οἰκοδομηθέντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.85 Joseph. AJ 11.90 (English) >>Joseph. AJ 11.95

Powered by PhiloLogic